ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6

<< ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6 >>
1 Timothy 6 Greek NT: Westcott / Hort (1881)

1Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἠγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ διδασκαλία βλασφημῆται. 2οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.

Ταῦτα δίδασκε καὶ παρακάλει. 3εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, 4τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφημίαι, ὑπόνοιαι πονηραί, 5διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομίζοντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. 6ἔστιν δὲ πορισμὸς μέγας εὐσέβεια μετὰ αὐταρκείας·

7οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον,
ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
8ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα,
τούτοις ἀρκεσθησόμεθα.

9οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, ἅτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. 10ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.

11Σὺ δέ, ἄνθρωπε θεοῦ ταῦτα φεῦγε·
δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν,
ἀγάπην ὑπομονὴν πραϋπαθίαν.
12ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως,
ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης
καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν
ἐνώπιον πολλῶν μαρτύρων. 13παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, 14τηρῆσαι σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15ἣν καιροῖς ἰδίοις δείξει

μακάριος καὶ μόνος δυνάστης,
βασιλεὺς τῶν βασιλευόντων
καὶ κύριος τῶν κυριευόντων,
16 μόνος ἔχων ἀθανασίαν,
φῶς οἰκῶν ἀπρόσιτον,
ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται·
τιμὴ καὶ κράτος αἰώνιον, ἀμήν.

17Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ’ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, 18ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι κοινωνικούς, 19ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.

20 Τιμοπθεε, τὴν παραθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, 21ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.

χάρις μεθ’ ὑμῶν.


<< 1 Timothy 6 >>
Greek New Testament base text is the Westcott-Hort edition of 1881.

Punctuation and Paragraph Formatting based on the Greek New Testament using Unicode/UTF8 at the Christian Classics Ethereal Library.


Biblos.com Online Bible