John 12
Study Bible ABP ▾ 
Jesus Anointed by Mary

οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ καὶ Μάρθα διηκόνει δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου Λέγει δὲ Ἰούδας Ἰσκαριώτης εἷς [ἐκ] τῶν μαθητῶν αὐτοῦ μέλλων αὐτὸν παραδιδόναι Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν Εἶπεν οὖν Ἰησοῦς Ἄφες αὐτήν ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε

The Plot to Kill Lazarus

Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν 11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν

12 Τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτήν ἀκούσαντες ὅτι ἔρχεται ‹ὁ› Ἰησοῦς εἰς Ἱεροσόλυμα 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἐκραύγαζον Ὡσαννά Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου Καὶ Βασιλεὺς τοῦ Ἰσραήλ 14 Εὑρὼν δὲ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό καθώς ἐστιν γεγραμμένον 15 Μὴ φοβοῦ θυγάτηρ Σιών ἰδοὺ Βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου 16 Ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ 17 Ἐμαρτύρει οὖν ὄχλος ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν 18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον 19 Οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν ἴδε κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν

Jesus Predicts His Death

20 Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες Κύριε θέλομεν τὸν Ἰησοῦν ἰδεῖν 22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ 23  δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων Ἐλήλυθεν ὥρα ἵνα δοξασθῇ Υἱὸς τοῦ ἀνθρώπου 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ αὐτὸς μόνος μένει ἐὰν δὲ ἀποθάνῃ πολὺν καρπὸν φέρει 25  φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν καὶ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν 26 ἐὰν ἐμοί τις διακονῇ ἐμοὶ ἀκολουθείτω καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ διάκονος ἐμὸς ἔσται ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν Πατήρ

27 Νῦν ψυχή μου τετάρακται καὶ τί εἴπω Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην 28 Πάτερ δόξασόν σου τὸ ὄνομα Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω 29  οὖν ὄχλος ἑστὼς καὶ ἀκούσας ἔλεγεν Βροντὴν γεγονέναι ἄλλοι ἔλεγον Ἄγγελος αὐτῷ λελάληκεν 30 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν Οὐ δι’ ἐμὲ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου νῦν ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας ἑλκύσω πρὸς ἐμαυτόν 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν 34 Ἀπεκρίθη οὖν αὐτῷ ὄχλος Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι Χριστὸς μένει εἰς τὸν αἰῶνα καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου τίς ἐστιν οὗτος Υἱὸς τοῦ ἀνθρώπου 35 Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν περιπατεῖτε ὡς τὸ φῶς ἔχετε ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ καὶ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει 36 ὡς τὸ φῶς ἔχετε πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε Ταῦτα ἐλάλησεν Ἰησοῦς καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν

The Unbelief of the People

37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν 38 ἵνα λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν καὶ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη 39 Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν καὶ ἰάσομαι αὐτούς 41 Ταῦτα εἶπεν Ἠσαΐας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ

Some Believe in Jesus

42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ

44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με 45 καὶ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα ἵνα πᾶς πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ 47 Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ’ ἵνα σώσω τὸν κόσμον 48  ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ 49 Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα ἀλλ’ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω 50 καὶ οἶδα ὅτι ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν οὖν ἐγὼ λαλῶ καθὼς εἴρηκέν μοι Πατήρ οὕτως λαλῶ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


John 11
Top of Page
Top of Page